Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.317 Joseph. AJ 2.321 (English) >>Joseph. AJ 2.326

2.319Μωυσῆς δʼ ἐγεγόνει μὲν ἔτος ὀγδοηκοστὸν ἤδη, δὲ ἀδελφὸς αὐτοῦ Ἀαρὼν τρισὶ πλείοσιν. ἐπεκομίζοντο δὲ καὶ τὰ τοῦ Ἰωσήπου ὀστᾶ ταῦτʼ ἐκείνου τοῖς υἱοῖς αὐτοῦ κελεύσαντος. 2.320

Αἰγύπτιοι δʼ ἐπὶ τοῖς Ἑβραίοις ἐξελθοῦσι μετενόουν καὶ τοῦ βασιλέως δεινῶς φέροντος ὡς κατὰ γοητείαν τὴν Μωυσέος τούτων γεγονότων ἐπʼ αὐτοὺς ἐγνώκεσαν ἀπιέναι. καὶ λαβόντες ὅπλα καὶ παρασκευὴν ἐδίωκον ὡς ἐπανάξοντες αὐτοὺς εἰ καταλάβοιεν· καὶ γὰρ οὐκέτʼ αὐτοὺς ἐνέχεσθαι τῷ θεῷ· τὴν γὰρ ἔξοδον αὐτοῖς γεγονέναι· 2.321κρατήσειν δὲ ῥᾳδίως αὐτῶν ὑπέλαβον ἀνόπλων τε ὄντων καὶ ὑπὸ τῆς ὁδοιπορίας κεκοπωμένων. παρʼ ἑκάστων τε ἀναπυνθανόμενοι χωρήσειαν ἐπέσπευδον τὴν δίωξιν, καίτοι χαλεπῆς οὔσης ὁδευθῆναι τῆς γῆς οὐ στρατοπέδοις μόνον ἀλλὰ καὶ καθʼ ἕνα. 2.322Μωυσῆς δὲ ταύτῃ τοὺς Ἑβραίους ἀπήγαγεν, ἵνʼ εἰ μετανοήσαντες οἱ Αἰγύπτιοι διώκειν ἐθέλοιεν τιμωρίαν τῆς πονηρίας καὶ παραβάσεως τῶν ὡμολογημένων ὑπόσχοιεν, καὶ διὰ Παλαιστίνους, οὓς δυσμενῶς ἔχοντας κατὰ παλαιὰν ἀπέχθειαν οὖσαν ὁπωσοῦν ἐβούλετο λανθάνειν ἀπερχόμενος· ὅμορος γάρ ἐστι τῇ τῶν Αἰγυπτίων χώρᾳ· 2.323καὶ διὰ τοῦτο τὴν μὲν ἄγουσαν εἰς τὴν Παλαιστίνην οὐκ ἀνήγαγε τὸν λαὸν, ἀλλὰ διὰ τῆς ἐρήμου πολλὴν ἀνύσας ὁδὸν καὶ κακοπαθήσας ἠθέλησεν ἐμβαλεῖν εἰς τὴν Χαναναίαν· ἔτι τε καὶ διὰ τὰς ἐντολὰς τοῦ θεοῦ κελεύσαντος ἄγειν τὸν λαὸν εἰς τὸ Σιναῖον ὄρος ἐκεῖ ποιήσοντας τὰς θυσίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.317 Joseph. AJ 2.321 (English) >>Joseph. AJ 2.326

Powered by PhiloLogic